Ύψωσις Τιμίου Σταυρού - (᾿Ιω. ιθ´ 6-11, 13-20, 25-28, 30-35)
Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι κατὰ τοῦ ᾿Ιησοῦ ὅπως αὐτὸν ἀπολέσωσι.
Καὶ παρεγένοντο πρὸς Πιλᾶτον λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ᾿Απεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι·
῾Ημεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ Υἱὸν ἐποίησεν. ῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ᾿Ιησοῦ· Πόθεν εἶ σύ;
῾Ο δὲ ᾿Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ᾿Εμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; ᾿Απεκρίθη ᾿Ιησοῦς· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. ῾Ο οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν ᾿Ιησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ῾Εβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς ᾿Ιουδαίοις· ῎Ιδε ὁ βασιλεὺς ὑμῶν.
Οἱ δὲ ἐκραύγασαν· ῏Αρον ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ᾿Απεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν ᾿Ιησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὅς λέγεται ῾Εβραϊστὶ Γολγοθᾶ, ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ᾿Ιησοῦν.
῎Εγραψε δὲ καὶ τὶτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· ᾿Ιησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ᾿Ιουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ ᾿Ιησοῦς· καὶ ἦν γεγραμμένον ῾Εβραϊστί, ῾Ελληνιστί, ῾Ρωμαϊστί.
Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· ᾿Ιδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα ἤδη τετέλεσται, κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.
Απόδοση στη νεολληνική:
Εκεῖνο τὸν καιρό, συνεδρίασαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι κι ἀποφάσισαν νὰ ἐξοντώσουν τὸν ᾿Ιησοῦ. ῏Ηρθαν τότε στὸν Πιλᾶτο κι ἔλεγαν· «Σταύρωσέ τον, σταύρωσέ τον!» Τοὺς λέει ὁ Πιλάτος· «Πάρτε τον ἐσεῖς καὶ σταυρῶστε τον· ἐγὼ δὲν τοῦ βρίσκω καμιὰ αἰτία καταδίκης». Τοῦ ἀπάντησαν οἱ ᾿Ιουδαῖοι· «᾿Εμεῖς ἔχουμε νόμο, καὶ σύμφωνα μὲ τὸν νόμο μας πρέπει νὰ πεθάνει, γιατὶ ἰσχυρίστηκε πὼς εἶναι Υἱὸς Θεοῦ». ῾Ο Πιλάτος, ὅταν ἄκουσε αὐτὸν τὸν λόγο, φοβήθηκε ἀκόμη περισσότερο.
Μπῆκε πάλι μέσα στὸ πραιτώριο καὶ λέει στὸν ᾿Ιησοῦ· «᾿Απὸ ποῦ εἶσαι ἐσύ;» ᾿Αλλὰ ὁ ᾿Ιησοῦς δὲν τοῦ ᾿δωσε ἀπόκριση. Τοῦ λέει τότε ὁ Πιλάτος· «Σ’ ἐμένα δὲν ἀποκρίνεσαι; Δὲν ξέρεις πὼς ἔχω ἐξουσία νὰ σὲ σταυρώσω, ὅπως ἔχω καὶ ἐξουσία νὰ σὲ ἀφήσω ἐλεύθερο;» ῾Ο ᾿Ιησοῦς τοῦ ἀποκρίθηκε· «Δὲν θὰ εἶχες καμία ἐξουσία πάνω μου, ἂν δὲν σοῦ εἶχε δοθεῖ ἀπὸ τὸν Θεό». ῾Ο Πιλάτος, ὅταν ἄκουσε αὐτὰ τὰ λόγια, διέταξε νὰ φέρουν ἔξω τὸν ᾿Ιησοῦ κι ὁ ἴδιος κάθισε στὴν ἕδρα τοῦ δικαστῆ, στὸν τόπο ποὺ ὀνομάζεται Λιθόστρωτο -στὰ ἑβραϊκὰ «Γαββαθά».
῏Ηταν σχεδὸν μεσημέρι, παραμονὴ τοῦ Πάσχα. Λέει λοιπὸν ὁ Πιλάτος στοὺς ᾿Ιουδαίους· «Νά ὁ βασιλιάς σας!» Τότε ἐκεῖνοι ἄρχισαν νὰ φωνάζουν μὲ κραυγές· «Θάνατος, θάνατος, σταύρωσέ τον!» Τοὺς λέει ὁ Πιλάτος· «Τὸν βασιλιά σας νὰ σταυρώσω;» ᾿Αποκρίθηκαν οἱ ἀρχιερεῖς· «Δὲν ἔχουμε ἄλλον βασιλιά, ἐκτὸς ἀπὸ τὸν αὐτοκράτορα». Τότε κι ὁ Πιλάτος τοὺς τὸν παρέδωσε γιὰ νὰ σταυρωθεῖ. Οἱ στρατιῶτες, λοιπόν, παρέλαβαν τὸν ᾿Ιησοῦ καὶ ξεκίνησαν. Καὶ βγῆκε αὐτὸς ἀπὸ τὴν πόλη σηκώνοντας στοὺς ὤμους του τὸν σταυρό, μέχρι τὸν λεγόμενο «Τόπο τοῦ Κρανίου» -στὰ ἑβραϊκὰ λέγεται «Γολγοθά».
᾿Εκεῖ σταύρωσαν τὸν ᾿Ιησοῦ. Μαζί του σταύρωσαν ἄλλους δύο, τὸν ἕνα ἀπὸ τὴ μιὰ μεριὰ καὶ τὸν ἄλλο ἀπὸ τὴν ἄλλη, καὶ στὴ μέση τὸν ᾿Ιησοῦ. ῾Ο Πιλάτος διέταξε ἐπίσης κι ἔγραψαν μιὰ ἐπιγραφή, καὶ τὴν τοποθέτησαν πάνω στὸν σταυρό. Κι ἔγραφε· «᾿Ιησοῦς ὁ Ναζωραῖος, Βασιλιὰς τῶν ᾿Ιουδαίων». Αὐτὴ τὴν ἐπιγραφὴ τὴ διάβασαν πολλοὶ ἀπὸ τοὺς ᾿Ιουδαίους, γιατὶ ὁ τόπος ὅπου σταυρώθηκε ὁ ᾿Ιησοῦς ἦταν κοντὰ στὴν πόλη, καὶ ἡ ἐπιγραφὴ ἦταν γραμμένη ἑβραϊκά, ἑλληνικὰ καὶ λατινικά. Κοντὰ στὸν σταυρὸ τοῦ ᾿Ιησοῦ στέκονταν ἡ μητέρα του, ἡ ἀδελφή της ἡ Μαρία, γυναίκα τοῦ Κλωπᾶ, καὶ ἡ Μαρία ἡ Μαγδαληνή.
῾Ο ᾿Ιησοῦς, ὅταν εἶδε τὴ μητέρα του καὶ τὸν μαθητὴ ποὺ ἀγαποῦσε νὰ στέκεται πλάι της, λέει στὴ μητέρα του· «Αὐτὸς τώρα εἶναι ὁ γιός σου». ῞Υστερα λέει στὸν μαθητή· «Αὐτὴ τώρα εἶναι ἡ μητέρα σου». ᾿Απὸ κείνη τὴν ὥρα ὁ μαθητὴς τὴν πῆρε στὸ σπίτι του. Μετὰ ἀπ’ αὐτό, ὁ ᾿Ιησοῦς γνωρίζοντας πὼς ὅλα εἶχαν φτάσει πιὰ στὸ καθορισμένο τέλος, ἔγειρε τὸ κεφάλι καὶ παρέδωσε τὸ πνεῦμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου